Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.174 Dem. 23.178 (English) >>Dem. 23.180

23.176ταῦτα τοίνυν γράψας καὶ συνθέμενος, καὶ τὸν ὅρκον ὃν ἠκούσαθʼ ὑμεῖς ὀμόσας, ἐπειδὴ τὴν μὲν Ἀθηνοδώρου δύναμιν διαφειμένην εἶδεν, μιᾷ δὲ μόνον τριήρει Χαβρίαν ἥκοντα, οὔτε τὸν Ἰφιάδου παρέδωκεν υἱὸν ὑμῖν οὔτʼ ἄλλʼ οὐδὲν ὧν ὤμοσʼ ἐποίησεν, ἀλλὰ καὶ περὶ τῶν ἄλλων τῶν γεγραμμένων ἐν ταῖς συνθήκαις ἔξαρνος γίγνεται, καὶ γράφει ταύτας τὰς συνθήκας. λαβέ μοι καὶ λέγε ταυτασί.Συνθῆκαι

23.177ἐνθυμεῖσθʼ ὅτι καὶ τέλη καὶ δεκάτας ἠξίου λαμβάνειν, καὶ πάλιν ὡς αὑτοῦ τῆς χώρας οὔσης τοὺς λόγους ἐποιεῖτο, τοὺς δεκατηλόγους ἀξιῶν τοὺς αὑτοῦ τῶν τελῶν κυρίους εἶναι, καὶ τὸν ὅμηρον τὸν υἱὸν τὸν Ἰφιάδου, ὃν ὑπὲρ Σηστοῦ ἔχων ὤμοσε πρὸς τὸν Ἀθηνόδωρον παραδώσειν, οὐδʼ ὑπισχνεῖται παραδώσειν ἔτι. λαβὲ τὸ ψήφισμʼ πρὸς ταῦθʼ ὑμεῖς ἐψηφίσασθε. λέγε.Ψήφισμα

23.178ἐλθόντων τοίνυν μετὰ ταῦτα τῶν πρέσβεων εἰς Θρᾴκην, μὲν Κερσοβλέπτης ὑμῖν ἐπιστέλλει ταυτί, καὶ οὐδʼ ὁτιοῦν ὡμολόγει δίκαιον, οἱ δʼ ἕτεροι ταυτί. λέγʼ αὐτοῖς.Ἐπιστολή

λέγε δὴ τὴν παρὰ τῶν βασιλέων. καὶ σκοπεῖτʼ εἰ ἄρʼ ὑμῖν δοκοῦσι μηδὲν ἐγκαλεῖν.Ἐπιστολή

ὁρᾶτε καὶ συνίετʼ, ἄνδρες Ἀθηναῖοι, τὴν πονηρίαν καὶ τὴν ἀπιστίαν, ὡς ἄνω καὶ κάτω. τὸ πρῶτον ἠδίκει Κηφισόδοτον, πάλιν φοβηθεὶς Ἀθηνόδωρον ἐπαύσατο· αὖθις ἠδίκει Χαβρίαν, πάλιν ὡμολόγει Χάρητι. πάντʼ ἄνω καὶ κάτω πεποίηκεν, καὶ οὐδὲν ἁπλῶς οὐδὲ δικαίως ἔπραξεν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.174 Dem. 23.178 (English) >>Dem. 23.180

Powered by PhiloLogic